Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.263 Joseph. BJ 5.269 (English) >>Joseph. BJ 5.276

5.267οὐ μὴν Σίμων ἠρέμει, καὶ γὰρ ἦν ἐγγίων τῇ πολιορκίᾳ, τὰ δʼ ἀφετήρια διίστησιν ἐπὶ τοῦ τείχους, ὅσα Κέστιόν τε ἀφῄρηντο πρότερον καὶ τὴν ἐπὶ τῆς Ἀντωνίας φρουρὰν ἑλόντες ἔλαβον. 5.268ἀλλὰ τούτων μὲν τοῖς πολλοῖς ἀχρεῖος κτῆσις ἦν διʼ ἀπειρίαν· ὀλίγοι δʼ ὑπὸ τῶν αὐτομόλων διδαχθέντες ἐχρῶντο κακῶς τοῖς ὀργάνοις, χερμάσι δὲ καὶ τόξοις τοὺς χωννύντας ἔβαλλον ἀπὸ τοῦ τείχους καὶ κατὰ συντάξεις ἐκτρέχοντες αὐτοῖς συνεπλέκοντο. 5.269τοῖς δὲ ἐργαζομένοις ἀπὸ μὲν τῶν βελῶν ἦν σκέπη γέρρα τῶν χαρακωμάτων ὑπερτεταμένα, τὰ δʼ ἀφετήρια πρὸς τοὺς ἐκθέοντας· θαυμαστὰ δὲ πᾶσι μὲν κατεσκεύαστο τοῖς τάγμασι, διαφόρως δὲ τῷ δεκάτῳ βιαιότεροί τε ὀξυβελεῖς καὶ μείζονα λιθοβόλα, διʼ ὧν οὐ μόνον τὰς ἐκδρομὰς ἀλλὰ καὶ τοὺς ἐπὶ τοῦ τείχους ἀνέτρεπον. 5.270ταλαντιαῖοι μὲν γὰρ ἦσαν αἱ βαλλόμεναι πέτραι, δύο δὲ καὶ πλείονας ᾔεσαν σταδίους· πληγὴ δʼ οὐ τοῖς προεντυχοῦσι μόνον, ἐπὶ πολὺ δὲ καὶ τοῖς μετʼ ἐκείνους ἦν ἀνυπόστατος. 5.271οἵ γε μὴν Ἰουδαῖοι τὸ πρῶτον ἐφυλάττοντο τὴν πέτραν· λευκὴ γὰρ ἦν, ὥστε μὴ τῷ ῥοίζῳ σημαίνεσθαι μόνον, ἀλλὰ καὶ τῇ λαμπρότητι προορᾶσθαι. 5.272σκοποὶ οὖν αὐτοῖς ἐπὶ τῶν πύργων καθεζόμενοι προεμήνυον, ὁπότε σχασθείη τὸ ὄργανον καὶ πέτρα φέροιτο, τῇ πατρίῳ γλώσσῃ βοῶντες υἱὸς ἔρχεται.” διίσταντο δὲ καθʼ οὓς ᾔει καὶ προκατεκλίνοντο, καὶ συνέβαινε φυλαττομένων ἄπρακτον διεκπίπτειν τὴν πέτραν.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.263 Joseph. BJ 5.269 (English) >>Joseph. BJ 5.276

Powered by PhiloLogic